Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.175 Dem. 19.178 (English) >>Dem. 19.181

19.177οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθʼ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθʼ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν;

συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένʼ ἀπʼ ἀρχῆς, ἵνʼ ὅσʼ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξʼ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθʼ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος. 19.178ἐπέδειξʼ αἴτιον γεγενημένον τοῦ μὴ ʼθέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντʼ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντʼ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδʼ εἰ βούλοισθε δύναισθʼ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλʼ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείνʼ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρʼ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθʼ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτʼ ἐπέδειξα. 19.179ὁρᾶτε τοίνυν τὰ μετὰ ταῦτα· ἁπλοῦς γάρ ἐσθʼ μέλλων λόγος οὑτοσὶ πρὸς ὑμᾶς ἤδη. ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ τοῦ δήμου καὶ τῆς βουλῆς τῶν πεντακοσίων· φαίνεται δʼ οὗτος πάντα τἀναντία τοῖς νόμοις, τοῖς ψηφίσμασι, τοῖς δικαίοις πεπρεσβευκώς· οὐκοῦν ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς. εἰ γὰρ ἄλλο μηδὲν ἠδίκει, δύο τῶν πεπραγμένων ἔσθʼ ἱκάνʼ αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ μόνον Φωκέας, ἀλλὰ καὶ Θρᾴκην προδέδωκε Φιλίππῳ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.175 Dem. 19.178 (English) >>Dem. 19.181

Powered by PhiloLogic